Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.142 Joseph. AJ 13.147 (English) >>Joseph. AJ 13.151

13.145

Δημήτριος μὲν οὖν ἡττηθεὶς ἀνεχώρησεν εἰς Κιλικίαν, δὲ παῖς Ἀντίοχος πέμψας πρὸς Ἰωνάθην πρεσβευτὰς καὶ γράμματα φίλον τε καὶ σύμμαχον αὐτὸν ἐποιεῖτο καὶ τὴν ἀρχιερωσύνην ἐβεβαίου καὶ τῶν τεσσάρων παρεχώρει νομῶν, οἳ τῇ χώρᾳ τῶν Ἰουδαίων προσετέθησαν. 13.146ἔτι γε μὴν σκεύη χρυσᾶ καὶ ἐκπώματα καὶ πορφυρᾶν ἐσθῆτα χρῆσθαι τούτοις ἐπιτρέπων ἀπέστειλεν καὶ πόρπῃ δʼ αὐτὸν δωρεῖται χρυσέᾳ καὶ τῶν πρώτων αὐτοῦ καλεῖσθαι φίλων. τὸν ἀδελφὸν δʼ αὐτοῦ Σίμωνα στρατηγὸν τῆς στρατιᾶς ἀπὸ κλίμακος τῆς Τυρίων ἕως Αἰγύπτου καθίστησιν. 13.147Ἰωνάθης δʼ ἐπὶ τοῖς παρʼ Ἀντιόχου γεγενημένοις εἰς αὐτὸν ἡσθεὶς πέμψας πρὸς αὐτόν τε καὶ Τρύφωνα πρεσβευτὰς εἶναί τε φίλος ὡμολόγει καὶ σύμμαχος καὶ πολεμήσειν σὺν αὐτῷ πρὸς Δημήτριον, διδάσκων ὡς οὐδʼ αὐτῷ χάριτας ἀποδοίη πολλῶν παρʼ αὐτοῦ χρηστῶν ἐν οἷς ἐδεῖτο τυχών, ἀλλὰ προσαδικήσειεν ἀνθʼ ὧν εὖ πάθοι. 13.148

Συγχωρήσαντος οὖν Ἀντιόχου δύναμιν αὐτῷ συναγαγόντι πολλὴν ἔκ τε Συρίας καὶ Φοινίκης τοῖς Δημητρίου πολεμῆσαι στρατηγοῖς εὐθὺς ὥρμησεν εἰς τὰς πόλεις. αἱ δὲ λαμπρῶς μὲν ἐξεδέξαντο, στρατιὰν δʼ οὐκ ἔδοσαν. 13.149παραγενόμενος δʼ ἐκεῖθεν πρὸς Ἀσκάλωνα πόλιν καὶ τῶν Ἀσκαλωνιτῶν φιλοτίμως αὐτῷ μετὰ δώρων ἀπαντησάντων, αὐτούς τε τούτους παρεκάλει καὶ τῶν ἐν τῇ κοίλῃ Συρίᾳ πόλεων ἑκάστην ἀποστᾶσαν Δημητρίου προσθέσθαι μὲν Ἀντιόχῳ, σὺν αὐτῷ δὲ πολεμούσας πειρᾶσθαι παρὰ Δημητρίου δίκην λαμβάνειν ὧν ἁμάρτοι ποτʼ εἰς αὐτάς· εἶναι δʼ αὐταῖς βουλομέναις ταῦτα φρονεῖν πολλὰς αἰτίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.142 Joseph. AJ 13.147 (English) >>Joseph. AJ 13.151

Powered by PhiloLogic